Psalms 43
Psalms chapter 43 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωὶ καὶ ἀπῆρεν τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βαιθζαχαρια καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν 2 καὶ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον 3 καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστῳ θηρίῳ ἐκλελεγμένη 4 οὗτοι πρὸ καιροῦ οὗ ἂν ᾖ τὸ θηρίον ἦσαν καὶ οὗ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα οὐκ ἀφίσταντο ἀπ’ αὐτοῦ 5 καὶ πύργοι ξύλινοι ἐπ’ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ’ ἑκάστου θηρίου ἐζωσμένοι ἐπ’ αὐτοῦ μηχαναῖς καὶ ἐφ’ ἑκάστου ἄνδρες δυνάμεως τέσσαρες οἱ πολεμοῦντες ἐπ’ αὐτοῖς καὶ ὁ Ἰνδὸς αὐτοῦ