Psalms 56

Psalms chapter 56 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ 2 πλὴν ἐν Βαιθσουροις ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα ἦν γὰρ εἰς φυγαδευτήριον 3 καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας ὅσας ἀπέστειλεν Δημήτριος τῷ Ιωναθαν καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ τοὺς κόπους οὓς ἔσχον 4 καὶ εἶπεν μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα καὶ νῦν ποιήσομεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν 5 καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων 6 βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ιωναθαν χαίρειν 7 ἀκηκόαμεν περὶ σοῦ ὅτι ἀνὴρ δυνατὸς ἰσχύι καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῶν φίλος 8 καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου καὶ φίλον βασιλέως καλεῖσθαί σε καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίας πρὸς ἡμᾶς 9 καὶ ἐνεδύσατο Ιωναθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγεν δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά 10 καὶ ἤκουσεν Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήθη καὶ εἶπεν 11 τί τοῦτο ἐποιήσαμεν ὅτι προέφθακεν ἡμᾶς Ἀλέξανδρος τοῦ φιλίαν καταλαβέσθαι τοῖς Ιουδαίοις εἰς στήριγμα 12 γράψω αὐτοῖς κἀγὼ λόγους παρακλήσεως καὶ ὕψους καὶ δομάτων ὅπως ὦσιν σὺν ἐμοὶ εἰς βοήθειαν 13 καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ιουδαίων χαίρειν