Psalms 6

Psalms chapter 6 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει καθὼς ἐνετείλατο Δεββωρα ἡ μήτηρ τοῦ πατρός μου διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου καὶ ἐδίδουν αὐτὰ τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις καὶ προσηλύτοις τοῖς προσκειμένοις τοῖς υἱοῖς Ισραηλ εἰσέφερον καὶ ἐδίδουν αὐτοῖς ἐν τῷ τρίτῳ ἔτει καὶ ἠσθίομεν αὐτὰ κατὰ τὸ πρόσταγμα τὸ προστεταγμένον περὶ αὐτῶν ἐν τῷ νόμῳ Μωσῆ καὶ κατὰ τὰς ἐντολάς ἃς ἐνετείλατο Δεββωρα ἡ μήτηρ Ανανιηλ τοῦ πατρὸς ἡμῶν ὅτι ὀρφανὸν κατέλιπέν με ὁ πατὴρ καὶ ἀπέθανεν 2 καὶ ὅτε ἐγενόμην ἀνήρ ἔλαβον Ανναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβιαν καὶ ὅτε ἐγενήθην ἀνήρ ἔλαβον γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς υἱὸν καὶ ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Τωβιαν 3 καὶ ὅτε ᾐχμαλωτίσθην εἰς Νινευη πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν μετὰ τὸ αἰχμαλωτισθῆναί με εἰς Ἀσσυρίους καὶ ὅτε ᾐχμαλωτίσθην εἰς Νινευη ἐπορευόμην καὶ πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν 4 ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν ἐκ τῶν ἄρτων τῶν ἐθνῶν 5 καθότι ἐμεμνήμην τοῦ θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου καὶ ὅτε ἐμεμνήμην τοῦ θεοῦ μου ἐν ὅλῃ ψυχῇ μου 6 καὶ ἔδωκεν ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ενεμεσσαρου καὶ ἤμην αὐτοῦ ἀγοραστής καὶ ἔδωκέν μοι ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ενεμεσσαρου καὶ ἠγόραζον αὐτῷ πάντα τὰ πρὸς τὴν χρῆσιν 7 καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρια ἐν Ραγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα καὶ ἐπορευόμην εἰς Μηδίαν καὶ ἠγόραζον αὐτῷ ἐκεῖθεν ἕως αὐτὸν ἀποθανεῖν καὶ παρεθέμην Γαβαήλῳ βαλλάντια τῷ ἀδελφῷ τῷ Γαβρι ἐν τῇ χώρᾳ τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα 8 καὶ ὅτε ἀπέθανεν Ενεμεσσαρος ἐβασίλευσεν Σενναχηριμ ὁ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάτησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν καὶ ὅτε ἀπέθανεν Ενεμασσαρ καὶ ἐβασίλευσεν Σενναχηριμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ καὶ αἱ ὁδοὶ τῆς Μηδίας ἀπέστησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν 9 καὶ ἐν ταῖς ἡμέραις Ενεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου ἐν ταῖς ἡμέραις Ενεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου τοῖς ἐκ τοῦ γένους μου 10 τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ τὰ ἱμάτιά μου τοῖς γυμνοῖς καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευη ἔθαπτον αὐτόν τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ ἱμάτια τοῖς γυμνοῖς καὶ εἴ τινα τῶν ἐκ τοῦ ἔθνους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευη ἔθαπτον αὐτόν