Psalms 68

Psalms chapter 68 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἔγραψεν Ιωναθαν τοῖς Σπαρτιάταις 2 Ιωναθαν ἀρχιερεὺς καὶ ἡ γερουσία τοῦ ἔθνους καὶ οἱ ἱερεῖς καὶ ὁ λοιπὸς δῆμος τῶν Ιουδαίων Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν 3 ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ονιαν τὸν ἀρχιερέα παρὰ Ἀρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν ὡς τὸ ἀντίγραφον ὑπόκειται 4 καὶ ἐπεδέξατο ὁ Ονιας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβεν τὰς ἐπιστολάς ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας 5 ἡμεῖς οὖν ἀπροσδεεῖς τούτων ὄντες παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν 6 ἐπειράθημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι πρὸς τὸ μὴ ἐξαλλοτριωθῆναι ὑμῶν πολλοὶ γὰρ καιροὶ διῆλθον ἀφ’ οὗ ἀπεστείλατε πρὸς ἡμᾶς 7 ἡμεῖς οὖν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς λοιπαῖς καθηκούσαις ἡμέραις μιμνῃσκόμεθα ὑμῶν ἐφ’ ὧν προσφέρομεν θυσιῶν καὶ ἐν ταῖς προσευχαῖς ὡς δέον ἐστὶν καὶ πρέπον μνημονεύειν ἀδελφῶν 8 εὐφραινόμεθα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν 9 ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις καὶ πόλεμοι πολλοί καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν 10 οὐκ ἠβουλόμεθα οὖν παρενοχλῆσαι ὑμῖν καὶ τοῖς λοιποῖς συμμάχοις καὶ φίλοις ἡμῶν ἐν τοῖς πολέμοις τούτοις 11 ἔχομεν γὰρ τὴν ἐξ οὐρανοῦ βοήθειαν βοηθοῦσαν ἡμῖν καὶ ἐρρύσθημεν ἀπὸ τῶν ἐχθρῶν καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν 12 ἐπελέξαμεν οὖν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσονος καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν πρότερον 13 ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι καὶ ἀσπάσασθαι ὑμᾶς καὶ ἀποδοῦναι ὑμῖν τὰς παρ’ ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν 14 καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσαντες ἡμῖν πρὸς ταῦτα 15 καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν Ονια 16 Ἄρειος βασιλεὺς Σπαρτιατῶν Ονια ἱερεῖ μεγάλῳ χαίρειν 17 εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ Ιουδαίων ὅτι εἰσὶν ἀδελφοὶ καὶ ὅτι εἰσὶν ἐκ γένους Αβρααμ 18 καὶ νῦν ἀφ’ οὗ ἔγνωμεν ταῦτα καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν 19 καὶ ἡμεῖς δὲ ἀντιγράφομεν ὑμῖν τὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστιν καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν ἐντελλόμεθα οὖν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ ταῦτα 20 καὶ ἤκουσεν Ιωναθαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπὲρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν 21 καὶ ἀπῆρεν ἐξ Ιερουσαλημ καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Αμαθῖτιν χώραν οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ 22 καὶ ἀπέστειλεν κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐπέστρεψαν καὶ ἀπήγγειλαν αὐτῷ ὅτι οὕτως τάσσονται ἐπιπεσεῖν ἐπ’ αὐτοὺς τὴν νύκτα 23 ὡς δὲ ἔδυ ὁ ἥλιος ἐπέταξεν Ιωναθαν τοῖς παρ’ αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλοις ἑτοιμάζεσθαι εἰς πόλεμον δῑ ὅλης τῆς νυκτὸς καὶ ἐξέβαλεν προφύλακας κύκλῳ τῆς παρεμβολῆς 24 καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ιωναθαν καὶ οἱ παρ’ αὐτοῦ εἰς πόλεμον καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν 25 Ιωναθαν δὲ καὶ οἱ παρ’ αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωί ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα 26 καὶ κατεδίωξεν Ιωναθαν ὀπίσω αὐτῶν καὶ οὐ κατέλαβεν αὐτούς διέβησαν γὰρ τὸν Ἐλεύθερον ποταμόν 27 καὶ ἐξέκλινεν Ιωναθαν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβαδαίους καὶ ἐπάταξεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν 28 καὶ ἀναζεύξας ἦλθεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ 29 καὶ Σιμων ἐξῆλθεν καὶ διώδευσεν ἕως Ἀσκαλῶνος καὶ τὰ πλησίον ὀχυρώματα καὶ ἐξέκλινεν εἰς Ιοππην καὶ προκατελάβετο αὐτήν 30 ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου καὶ ἔθετο ἐκεῖ φρουράν ὅπως φυλάσσωσιν αὐτήν 31 καὶ ἐπέστρεψεν Ιωναθαν καὶ ἐξεκκλησίασεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ ἐβουλεύετο μετ’ αὐτῶν τοῦ οἰκοδομῆσαι ὀχυρώματα ἐν τῇ Ιουδαίᾳ 32 καὶ προσυψῶσαι τὰ τείχη Ιερουσαλημ καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως ἵνα ᾖ αὕτη κατὰ μόνας ὅπως μήτε ἀγοράζωσιν μήτε πωλῶσιν 33 καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν καὶ ἔπεσεν τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου καὶ ἐπεσκεύασεν τὸ καλούμενον Χαφεναθα 34 καὶ Σιμων ᾠκοδόμησεν τὴν Αδιδα ἐν τῇ Σεφηλα καὶ ὠχύρωσεν αὐτὴν καὶ ἐπέστησεν θύρας καὶ μοχλούς 35 καὶ ἐζήτησεν Τρύφων βασιλεῦσαι τῆς Ἀσίας καὶ περιθέσθαι τὸ διάδημα καὶ ἐκτεῖναι χεῖρα ἐπ’ Ἀντίοχον τὸν βασιλέα