Psalms 70
Psalms chapter 70 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 καὶ ἐπέστρεψεν Τρύφων καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ 2 καὶ ἀπέστειλεν Σιμων καὶ ἔλαβεν τὰ ὀστᾶ Ιωναθου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔθαψεν αὐτὸν ἐν Μωδεϊν πόλει τῶν πατέρων αὐτοῦ 3 καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθησαν αὐτὸν ἡμέρας πολλάς 4 καὶ ᾠκοδόμησεν Σιμων ἐπὶ τὸν τάφον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίθῳ ξεστῷ ἐκ τῶν ὄπισθεν καὶ ἔμπροσθεν 5 καὶ ἔστησεν ἑπτὰ πυραμίδας μίαν κατέναντι τῆς μιᾶς τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς τέσσαρσιν ἀδελφοῖς