Psalms 72

Psalms chapter 72 from the Septuagint, Morphologically Tagged Rahlfs'

2 καὶ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγεν Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτοῦ καὶ ἐπορεύθη εἰς Μηδίαν τοῦ ἐπισπάσασθαι βοήθειαν ἑαυτῷ ὅπως πολεμήσῃ τὸν Τρύφωνα 3 καὶ ἤκουσεν Ἀρσάκης ὁ βασιλεὺς τῆς Περσίδος καὶ Μηδίας ὅτι εἰσῆλθεν Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλαβεῖν αὐτὸν ζῶντα 4 καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὴν παρεμβολὴν Δημητρίου καὶ συνέλαβεν αὐτὸν καὶ ἤγαγεν αὐτὸν πρὸς Ἀρσάκην καὶ ἔθετο αὐτὸν ἐν φυλακῇ 5 καὶ ἡσύχασεν ἡ γῆ Ιουδα πάσας τὰς ἡμέρας Σιμωνος καὶ ἐζήτησεν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας 6 καὶ μετὰ πάσης τῆς δόξης αὐτοῦ ἔλαβεν τὴν Ιοππην εἰς λιμένα καὶ ἐποίησεν εἴσοδον ταῖς νήσοις τῆς θαλάσσης 7 καὶ ἐπλάτυνεν τὰ ὅρια τῷ ἔθνει αὐτοῦ καὶ ἐκράτησεν τῆς χώρας 8 καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν καὶ ἐκυρίευσεν Γαζαρων καὶ Βαιθσουρων καὶ τῆς ἄκρας καὶ ἐξῆρεν τὰς ἀκαθαρσίας ἐξ αὐτῆς καὶ οὐκ ἦν ὁ ἀντικείμενος αὐτῷ 9 καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετ’ εἰρήνης καὶ ἡ γῆ ἐδίδου τὰ γενήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν 10 πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο πάντες περὶ ἀγαθῶν ἐκοινολογοῦντο καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου 11 ταῖς πόλεσιν ἐχορήγησεν βρώματα καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως ἕως ὅτου ὠνομάσθη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου γῆς 12 ἐποίησεν εἰρήνην ἐπὶ τῆς γῆς καὶ εὐφράνθη Ισραηλ εὐφροσύνην μεγάλην 13 καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ τὴν συκῆν αὐτοῦ καὶ οὐκ ἦν ὁ ἐκφοβῶν αὐτούς 14 καὶ ἐξέλιπεν πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς καὶ οἱ βασιλεῖς συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις 15 καὶ ἐστήρισεν πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ τὸν νόμον ἐξεζήτησεν καὶ ἐξῆρεν πάντα ἄνομον καὶ πονηρόν 16 τὰ ἅγια ἐδόξασεν καὶ ἐπλήθυνεν τὰ σκεύη τῶν ἁγίων 17 καὶ ἠκούσθη ἐν Ῥώμῃ ὅτι ἀπέθανεν Ιωναθαν καὶ ἕως Σπάρτης καὶ ἐλυπήθησαν σφόδρα 18 ὡς δὲ ἤκουσαν ὅτι Σιμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀρχιερεὺς ἀντ’ αὐτοῦ καὶ αὐτὸς ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ 19 ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν ἣν ἔστησαν πρὸς Ιουδαν καὶ Ιωναθαν τοὺς ἀδελφοὺς αὐτοῦ 20 καὶ ἀνεγνώσθησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν Ιερουσαλημ