Psalms 8

Psalms chapter 8 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 ἡ δὲ εἶπεν δῶρον δέδοταί μοι ἐπὶ τῷ μισθῷ καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοῖς κυρίοις καὶ ἠρυθρίων πρὸς αὐτήν ἡ δὲ ἀποκριθεῖσα εἶπέν μοι ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου ἰδοὺ γνωστὰ πάντα μετὰ σοῦ καὶ λέγει μοι αὐτή δόσει δέδοταί μοι ἐπὶ τῷ μισθῷ καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδοῦναι τοῖς κυρίοις καὶ προσηρυθρίων χάριν τούτου πρὸς αὐτήν εἶτα ἀποκριθεῖσα λέγει μοι καὶ ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου ποῦ εἰσιν αἱ δικαιοσύναι σου ἰδὲ ταῦτα μετὰ σοῦ γνωστά ἐστιν 3 καὶ λυπηθεὶς ἔκλαυσα καὶ προσευξάμην μετ’ ὀδύνης λέγων καὶ περίλυπος γενόμενος τῇ ψυχῇ καὶ στενάξας ἔκλαυσα καὶ ἠρξάμην προσεύχεσθαι μετὰ στεναγμῶν 4 δίκαιος εἶ κύριε καὶ πάντα τὰ ἔργα σου καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα δίκαιος εἶ κύριε καὶ πάντα τὰ ἔργα σου δίκαια καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύνη καὶ ἀλήθεια σὺ κρίνεις τὸν αἰῶνα 5 μνήσθητί μου καὶ ἐπίβλεψον ἐπ’ ἐμέ μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου ἃ ἥμαρτον ἐνώπιόν σου καὶ νῦν σύ κύριε μνήσθητί μου καὶ ἐπίβλεψον καὶ μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ ἐν τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου οἷς ἥμαρτον ἐναντίον σου 6 παρήκουσαν γὰρ τῶν ἐντολῶν σου ἔδωκας ἡμᾶς εἰς διαρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ παραβολὴν ὀνειδισμοῦ πᾶσιν τοῖς ἔθνεσιν ἐν οἷς ἐσκορπίσμεθα καὶ παρήκουσα τῶν ἐντολῶν σου καὶ ἔδωκας ἡμᾶς εἰς ἁρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ εἰς παραβολὴν καὶ λάλημα καὶ ὀνειδισμὸν ἐν πᾶσιν τοῖς ἔθνεσιν ἐν οἷς ἡμᾶς διεσκόρπισας 7 καὶ νῦν πολλαὶ αἱ κρίσεις σού εἰσιν ἀληθιναὶ ἐξ ἐμοῦ ποιῆσαι περὶ τῶν ἁμαρτιῶν μου καὶ τῶν πατέρων μου ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου οὐ γὰρ ἐπορεύθημεν ἐν ἀληθείᾳ ἐνώπιόν σου καὶ νῦν πολλαί σου αἱ κρίσεις ὑπάρχουσιν ἀληθιναὶ ποιῆσαι ἐξ ἐμοῦ περὶ τῶν ἁμαρτιῶν μου ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου καὶ οὐκ ἐπορεύθημεν ἀληθινῶς ἐνώπιόν σου 8 καὶ νῦν κατὰ τὸ ἀρεστὸν ἐνώπιόν σου ποίησον μετ’ ἐμοῦ ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου ὅπως ἀπολυθῶ καὶ γένωμαι γῆ διότι λυσιτελεῖ μοι ἀποθανεῖν ἢ ζῆν ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα καὶ λύπη ἐστὶν πολλὴ ἐν ἐμοί ἐπίταξον ἀπολυθῆναί με τῆς ἀνάγκης ἤδη εἰς τὸν αἰώνιον τόπον μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ νῦν κατὰ τὸ ἀρεστόν σου ποίησον μετ’ ἐμοῦ καὶ ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου ἐξ ἐμοῦ ὅπως ἀπολυθῶ ἀπὸ προσώπου τῆς γῆς καὶ γένωμαι γῆ διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ἢ ζῆν ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα καὶ λύπη πολλὴ μετ’ ἐμοῦ κύριε ἐπίταξον ὅπως ἀπολυθῶ ἀπὸ τῆς ἀνάγκης ταύτης ἀπόλυσόν με εἰς τὸν τόπον τὸν αἰώνιον καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου κύριε ἀπ’ ἐμοῦ διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ἢ βλέπειν ἀνάγκην πολλὴν ἐν τῇ ζωῇ μου καὶ μὴ ἀκούειν ὀνειδισμούς 9 ἐν τῇ αὐτῇ ἡμέρᾳ συνέβη τῇ θυγατρὶ Ραγουηλ Σαρρα ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ταύτην ὀνειδισθῆναι ὑπὸ παιδισκῶν πατρὸς αὐτῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ συνέβη Σαρρα τῇ θυγατρὶ Ραγουηλ τοῦ ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ αὐτὴν ἀκοῦσαι ὀνειδισμοὺς ὑπὸ μιᾶς τῶν παιδισκῶν τοῦ πατρὸς ἑαυτῆς