Zechariah 12

Zechariah chapter 12 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 μνησθήσομαι δὴ τὰ ἔργα κυρίου καὶ ἃ ἑόρακα ἐκδιηγήσομαι ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ 2 ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν καὶ τῆς δόξης κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ 3 οὐκ ἐξεποίησεν τοῖς ἁγίοις κυρίου ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ ἃ ἐστερέωσεν κύριος ὁ παντοκράτωρ στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν 4 ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη ἔγνω γὰρ ὁ ὕψιστος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος 5 ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων 6 οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα οὐκ ἐκρύβη ἀπ’ αὐτοῦ οὐδὲ εἷς λόγος 7 τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν ὡς ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα οὔτε προσετέθη οὔτε ἠλαττώθη καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου 8 ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητὰ καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι 9 πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις καὶ πάντα ὑπακούει 10 πάντα δισσά ἓν κατέναντι τοῦ ἑνός καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον 11 ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ