Zechariah 13

Zechariah chapter 13 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος θαυμαστόν ἔργον ὑψίστου 2 ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται 3 κάμινον φυσῶν ἐν ἔργοις καύματος τριπλασίως ἥλιος ἐκκαίων ὄρη ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς 4 μέγας κύριος ὁ ποιήσας αὐτόν καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν 5 καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος 6 ἀπὸ σελήνης σημεῖον ἑορτῆς φωστὴρ μειούμενος ἐπὶ συντελείας 7 μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν αὐξανόμενος θαυμαστῶς ἐν ἀλλοιώσει σκεῦος παρεμβολῶν ἐν ὕψει ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων 8 κάλλος οὐρανοῦ δόξα ἄστρων κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου 9 ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν