Zechariah 7
Zechariah chapter 7 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψεν καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν 2 οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην 3 αἱ ὁδοὶ αὐτοῦ τοῖς ὁσίοις εὐθεῖαι οὕτως τοῖς ἀνόμοις προσκόμματα 4 ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ’ ἀρχῆς οὕτως τοῖς ἁμαρτωλοῖς κακά 5 ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου ὕδωρ καὶ πῦρ καὶ σίδηρος καὶ ἅλας καὶ σεμίδαλις πυροῦ καὶ γάλα καὶ μέλι αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον 6 ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά 7 ἔστιν πνεύματα ἃ εἰς ἐκδίκησιν ἔκτισται καὶ ἐν θυμῷ αὐτοῦ ἐστερέωσεν μάστιγας αὐτῶν ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχεοῦσιν καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσιν 8 πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται 9 θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομφαία ἐκδικοῦσα εἰς ὄλεθρον ἀσεβεῖς 10 ἐν τῇ ἐντολῇ αὐτοῦ εὐφρανθήσονται καὶ ἐπὶ τῆς γῆς εἰς χρείας ἑτοιμασθήσονται καὶ ἐν καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον 11 διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην καὶ διενοήθην καὶ ἐν γραφῇ ἀφῆκα 12 τὰ ἔργα κυρίου πάντα ἀγαθὰ καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῆς χορηγήσει 13 καὶ οὐκ ἔστιν εἰπεῖν τοῦτο τούτου πονηρότερον πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται 14 καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσατε καὶ εὐλογήσατε τὸ ὄνομα κυρίου