Zephaniah 1

Zephaniah chapter 1 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 ζυγὸς καὶ ἱμὰς τράχηλον κάμψουσιν καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι 2 ἔμβαλε αὐτὸν εἰς ἐργασίαν ἵνα μὴ ἀργῇ πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία 3 εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ κἂν μὴ πειθαρχῇ βάρυνον τὰς πέδας αὐτοῦ 4 καὶ μὴ περισσεύσῃς ἐπὶ πάσῃ σαρκὶ καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν 5 εἰ ἔστιν σοι οἰκέτης ἔστω ὡς σύ ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν 6 εἰ ἔστιν σοι οἰκέτης ἄγε αὐτὸν ὡς ἀδελφόν ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτῷ 7 ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν 9 κεναὶ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας 10 ὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον οὕτως ὁ ἐπέχων ἐνυπνίοις 11 τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων κατέναντι προσώπου ὁμοίωμα προσώπου 12 ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει 13 μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν καὶ ὡς ὠδινούσης φαντάζεται καρδία 14 ἐὰν μὴ παρὰ ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου 15 πολλοὺς γὰρ ἐπλάνησεν τὰ ἐνύπνια καὶ ἐξέπεσον ἐλπίζοντες ἐπ’ αὐτοῖς 16 ἄνευ ψεύδους συντελεσθήσεται νόμος καὶ σοφία στόματι πιστῷ τελείωσις 17 ἀνὴρ πεπλανημένος ἔγνω πολλά καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν 18 ὃς οὐκ ἐπειράθη ὀλίγα οἶδεν ὁ δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν