Zephaniah 3
Zephaniah chapter 3 from the Septuagint, Morphologically Tagged Rahlfs'
6 ὁ συντηρῶν νόμον πλεονάζει προσφοράς θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς 7 ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως 8 εὐδοκία κυρίου ἀποστῆναι ἀπὸ πονηρίας καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας 9 μὴ ὀφθῇς ἐν προσώπῳ κυρίου κενός πάντα γὰρ ταῦτα χάριν ἐντολῆς 10 προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον καὶ ἡ εὐωδία αὐτῆς ἔναντι ὑψίστου 11 θυσία ἀνδρὸς δικαίου δεκτή καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται 12 ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου 13 ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην 14 δὸς ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ’ εὕρεμα χειρός 15 ὅτι κύριος ἀνταποδιδούς ἐστιν καὶ ἑπταπλάσια ἀνταποδώσει σοι 16 μὴ δωροκόπει οὐ γὰρ προσδέξεται καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ 17 ὅτι κύριος κριτής ἐστιν καὶ οὐκ ἔστιν παρ’ αὐτῷ δόξα προσώπου 18 οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται 19 οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν 20 οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά